Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.115 Joseph. AJ 2.120 (English) >>Joseph. AJ 2.124

2.118πεισθεὶς Ἰάκωβος παρεδίδου τὸν Βενιαμὶν καὶ τὴν τιμὴν τοῦ σίτου διπλασίονα τῶν τε παρὰ τοῖς Χαναναίοις γεννωμένων τό τε τῆς βαλάνου μύρον καὶ στακτὴν τερέβινθόν τε καὶ μέλι δωρεὰς Ἰωσήπῳ κομίζειν. πολλὰ δὲ ἦν παρὰ τοῦ πατρὸς ἐπὶ τῇ τῶν παίδων ἐξόδῳ δάκρυα κἀκείνων αὐτῶν. 2.119 μὲν γὰρ τοὺς υἱοὺς εἰ κομιεῖται σώους ἐκ τῆς ἀποδημίας ἐφρόντιζεν, οἱ δʼ εἰ τὸν πατέρα καταλάβοιεν ἐρρωμένον καὶ μηδὲν ὑπὸ τῆς ἐπʼ αὐτοῖς λύπης κακωθέντα. ἡμερήσιον δὲ αὐτοῖς ἠνύσθη τὸ πένθος, καὶ μὲν πρεσβύτης κοπωθεὶς ὑπέμενεν, οἱ δὲ ἐχώρουν εἰς Αἴγυπτον μετὰ κρείττονος ἐλπίδος τὴν ἐπὶ τοῖς παροῦσι λύπην ἰώμενοι. 2.120

Ὡς δʼ ἦλθον εἰς τὴν Αἴγυπτον κατάγονται μὲν παρὰ τὸν Ἰώσηπον, φόβος δὲ αὐτοὺς οὐχ τυχὼν διετάραττε, μὴ περὶ τῆς τοῦ σίτου τιμῆς ἐγκλήματα λάβωσιν ὡς αὐτοί τι κεκακουργηκότες, καὶ πρὸς τὸν ταμίαν τοῦ Ἰωσήπου πολλὴν ἀπολογίαν ἐποιοῦντο κατʼ οἶκόν τε φάσκοντες εὑρεῖν ἐν τοῖς σάκκοις τὸ ἀργύριον καὶ νῦν ἥκειν ἐπανάγοντες αὐτό. 2.121τοῦ δὲ μηδʼ τι λέγουσιν εἰδέναι φήσαντος ἀνείθησαν τοῦ δέους. λύσας τε τὸν Συμεῶνα ἐτημέλει συνεσόμενον τοῖς ἀδελφοῖς. ἐλθόντος δὲ ἐν τούτῳ καὶ Ἰωσήπου ἀπὸ τῆς θεραπείας τοῦ βασιλέως τά τε δῶρα παρῆγον αὐτῷ καὶ πυθομένου περὶ τοῦ πατρὸς ἔλεγον, ὅτι καταλάβοιεν αὐτὸν ἐρρωμένον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.115 Joseph. AJ 2.120 (English) >>Joseph. AJ 2.124

Powered by PhiloLogic